Diodorus Siculus [1989], Library
Source Context: αὐτῷ τῶν νεῶν. καὶ ταχὺ διανύσας τὴν ὁδὸν κατεστρατοπέδευσεν ἐπὶ τῆς Πελωρίδος, ἀπέχων τῆς Μεσσήνης σταδίους ἑκατόν. οἱ δὲ τὴν πόλιν ταύτην κατοικοῦντες ὡς ἐπύθοντο τὴν παρουσίαν τῶν πολεμίων, οὐ τὰς αὐτὰς ἀλλήλοις ἐννοίας εἶχον περὶ τοῦ πολέμου. τινὲς μὲν γὰρ αὐτῶν τὸ μέγεθος τῆς τῶν πολεμίων δυνάμεως [
Target Context: ἐπὶ τὴν λίμνην καὶ πλοίου λαβόμενος καὶ ἐπιβὰς παρὰ δόξαν τοὺς ἐχθροὺς διαφυγὼν εἰς Ταριχέας ἀφικόμην. Οἱ δὲ τὴν πόλιν ταύτην κατοικοῦντες ὡς ἐπύθοντο τὴν τῶν Τιβεριέων ἀπιστίαν, σφόδρα παρωξύνθησαν. ἁρπάσαντες οὖν τὰ ὅπλα παρεκάλουν σφᾶς ἄγειν ἐπ’ αὐτούς· θέλειν γὰρ ἔφασκον ὑπὲρ τοῦ στρατηγοῦ δίκας [
Source Context: τοῦ πλήθους ἐκκαλούμενος μεγάλας προέθηκε δωρεὰς τοῖς προτερήσασι, δίχα μὲν τοῖς ἀρχιτέκτοσι, χωρὶς δὲ τοῖς οἰκοδόμοις καὶ πάλιν τοῖς ἐργαζομένοις· καὶ αὐτὸς δὲ μετὰ τῶν φίλων προσήδρευε τὰς ἡμέρας ὅλας τοῖς ἔργοις, ἐπὶ πάντα τόπον ἐπιφαινόμενος καὶ τοῖς κακοπαθοῦσιν αἰεὶ προσλαμβάνων. καθόλου δ’ ἀποθέμενος [
Target Context: αὐτῶν ἕκαστον ἐκέλευσα καθελκύσαντα πλοῖον ἐμβάντα συνεπαγόμενον τὸν κυβερνήτην ἕπεσθαί μοι πρὸς τὴν Τιβεριέων πόλιν. καὶ αὐτὸς δὲ μετὰ τῶν φίλων καὶ τῶν ὁπλιτῶν, οὓς ἔφην ἑπτὰ τὸν ἀριθμὸν εἶναι, ἐμβὰς ἔπλεον ἐπὶ τὴν Τιβεριάδα. Τιβεριεῖς δὲ τὴν παρὰ [
Source Context: τοῖς Φωκεῦσι. κωλυσάντων δὲ τῶν Ἀθηναίων διελθεῖν τὰς παρόδους ἐπανῆλθεν εἰς Μακεδονίαν, ηὐξηκὼς ἑαυτοῦ τὴν βασιλείαν ταῖς τε πράξεσι καὶ τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ . Φάυλλος δὲ στρατεύσας εἰς Λοκροὺς τοὺς ὀνομαζομένους Ἐπικνημιδίους τὰς μὲν ἄλλας πόλεις ἐχειρώσατο πάσας, μίαν δὲ τὴν ὀνομαζομένην [
Target Context: πάντες οὗτοι κατεπλάγησαν αὐτόν, ὡς φανερῶς αὐτῷ τοῦ θεοῦ τὸ λοιπὸν συμμαχοῦντος. καὶ Ἰωσαφάτης μὲν ἔκτοτε μετὰ λαμπρᾶς δόξης ἐπί τε δικαιοσύνῃ καὶ τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ διῆγεν· ἦν δὲ φίλος καὶ τῷ τοῦ Ἀχάβου παιδὶ βασιλεύοντι τῶν Ἰσραηλιτῶν, πρὸς ὃν κοινωνήσας ἐπὶ κατασκευῇ νεῶν εἴς τε Πόντον πλεουσῶν [
Source Context: Ποστούμιον, ἵππαρχον δὲ Λεύκιον Ἰούλιον ἐποίησαν. οὗτοι δὲ μετὰ πολλῆς δυνάμεως ἀξιολόγου στρατεύσαντες εἰς τὴν τῶν ἀφεστηκότων χώραν τὸ μὲν πρῶτον τὰς κτήσεις ἐπόρθησαν, μετὰ δὲ ταῦτα Αἴκλων ἀντιταχθέντων ἐγένετο μάχη, καθ’ ἣν ἐνίκησαν οἱ Ῥωμαῖοι, καὶ πολλοὺς μὲν τῶν πολεμίων ἀνεῖλον, οὐκ ὀλίγους δ’ ἐζώγρησαν, λαφύρων δὲ πολλῶν ἐκυρίευσαν. μετὰ δὲ τὴν μάχην οἱ μὲν ἀφεστηκότες διὰ τὴν ἧτταν καταπεπληγμένοι τοῖς Ῥωμαίοις ὑπετάγησαν, [
Target Context: ἐν ταῖς αἰτίαις καὶ προαιρέσεσι τῶν πραττόντων καὶ ταῖς τούτων διαφοραῖς. Μαντινεῖς τοίνυν τὸ μὲν πρῶτον ἐγκαταλιπόντες τὴν μετὰ τῶν Ἀχαιῶν πολιτείαν ἐθελοντὴν Αἰτωλοῖς ἐνεχείρισαν αὑτοὺς καὶ τὴν πατρίδα, μετὰ δὲ ταῦτα Κλεομένει. γεγονότες δ’ ἐπὶ τοιαύτης προαιρέσεως καὶ μετέχοντες τῆς Λακεδαιμονίων πολιτείας ἔτει τετάρτῳ πρότερον τῆς Ἀντιγόνου παρουσίας ἑάλωσαν κατὰ κράτος ὑπὸ τῶν Ἀχαιῶν, Ἀράτου πραξικοπήσαντος αὐτῶν τὴν πόλιν. ἐν ᾧ καιρῷ τοσοῦτον ἀπέσχον τοῦ παθεῖν τι δεινὸν διὰ τὴν προειρημένην ἁμαρτίαν ὡς καὶ περιβόητον συνέβη γενέσθαι τὸ πραχθὲν διὰ τὴν ὀξύτητα τῆς κατὰ τὴν προαίρεσιν ἀμφοτέρων μεταβολῆς. ἅμα γὰρ τῷ κατασχεῖν τὴν πόλιν Ἄρατος παραυτίκα μὲν τοῖς ὑφ’ αὑτὸν ταττομένοις παρήγγελλε μηδένα μηδενὸς ἅπτεσθαι τῶν ἀλλοτρίων, ἑξῆς δὲ τούτοις τοὺς Μαντινέας συναθροίσας παρεκάλεσε θαρρεῖν καὶ μένειν ἐπὶ τῶν ἰδίων· ὑπάρξειν γὰρ αὐτοῖς τὴν ἀσφάλειαν πολιτευομένοις μετὰ τῶν Ἀχαιῶν. τοῖς δὲ Μαντινεῦσιν ἀνυπονοήτου καὶ παραδόξου φανείσης τῆς ἐλπίδος, παραυτίκα πάντες ἐπὶ τῆς ἐναντίας ἐγένοντο γνώμης. καὶ πρὸς οὓς μικρῷ πρότερον μαχόμενοι πολλοὺς μὲν τῶν ἀναγκαίων ἐπεῖδον ἀπολλυμένους, οὐκ ὀλίγους δ’ αὐτῶν βιαίοις τραύμασι περιπεσόντας, τούτους εἰς τὰς ἰδίας οἰκίας εἰσαγόμενοι καὶ ποιησάμενοι σφίσι καὶ τοῖς ἄλλοις ἀναγκαίοις ὁμεστίους, οὐδὲν [
Source Context: τὸν υἱὸν διαδέξασθαι, τὸν ὑπὸ τῶν Ἑλλήνων Ἀστυάγην καλούμενον· τούτου δ’ ὑπὸ Κύρου τοῦ Πέρσου καταπολεμηθέντος μεταπεσεῖν τὴν βασιλείαν εἰς Πέρσας, περὶ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν τοῖς ἰδίοις χρόνοις ἀκριβῶς ἀναγράψομεν. Diod. 2.34. 6. Κῦρος [
Target Context: παρὰ Καρχηδονίων ἅπαντας τοὺς κατηγμένους ἀντεδωρήσαντο χωρὶς λύτρων ἐν χάριτι τοὺς παρὰ σφίσιν ὑπάρχοντας αἰχμαλώτους. ὑπὲρ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν τῇ πρὸ ταύτης βύβλῳ δεδηλώκαμεν. τούτων δὴ τοιούτων ὑπαρχόντων, λοιπὸν διευκρινῆσαι καὶ σκέψασθαι περὶ τοῦ κατ’ Ἀννίβαν πολέμου [
Source Context: τὸν υἱὸν διαδέξασθαι, τὸν ὑπὸ τῶν Ἑλλήνων Ἀστυάγην καλούμενον· τούτου δ’ ὑπὸ Κύρου τοῦ Πέρσου καταπολεμηθέντος μεταπεσεῖν τὴν βασιλείαν εἰς Πέρσας, περὶ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν τοῖς ἰδίοις χρόνοις ἀκριβῶς ἀναγράψομεν. Diod. 2.34. 6. [
Target Context: ἐγχειρήσας < Demetrius > μετὰ τῆς Φιλίππου γνώμης τὴν τῶν Μεσσηνίων πόλιν εἰκῇ καὶ παραβόλως, ἐν αὐτῷ τῷ τῆς πράξεως καιρῷ διεφθάρη· περὶ ὧν ἡμεῖς τὰ κατὰ μέρος , ὅταν ἐπὶ τοὺς καιροὺς ἔλθωμεν, διασαφήσομεν Polyb. III, 19, 11 . Ὅτι Φίλιππος [
Source Context: τὸν Ἀκράγαντα συμφορᾶς διαγγελθείσης, τοσοῦτος τὴν νῆσον κατέσχε φόβος, ὥστε τῶν Σικελιωτῶν τοὺς μὲν εἰς Συρακούσας μεθίστασθαι, τοὺς δὲ εἰς τὴν Ἰταλίαν τέκνα καὶ γυναῖκας καὶ τὴν ἄλλην κτῆσιν ἀποσκευάζεσθαι. οἱ δὲ διαφυγόντες τὴν αἰχμαλωσίαν Ἀκραγαντῖνοι παραγενηθέντες εἰς Συρακούσας κατηγόρουν τῶν στρατηγῶν, φάσκοντες διὰ [
Target Context: ὅτι πορευθεὶς διαλεχθείη τοῖς τῶν Γαλατῶν βασιλεῦσιν, οἱ δ’ ἁπλῶς εἰς οὐδὲν συγκαταβαίνοιεν φιλάνθρωπον, ἀλλ’ ἡθροικότες ὁμοῦ τέκνα καὶ γυναῖκας καὶ τὴν ἄλλην κτῆσιν ἅπασαν εἰς τὸ καλούμενον ὄρος Ὄλυμπον ἕτοιμοι πρὸς μάχην εἰσίν. — Χιομάραν δὲ συνέβη τὴν [
Source Context: καὶ τοῦ Κλέωνος ἐν τῇ μάχῃ πεσόντος, ἀμφότεραι μὲν αἱ δυνάμεις διὰ τὴν ἀναρχίαν ἐταράχθησαν, τὸ τέλος δ’ ἐνίκησαν οἱ Λακεδαιμόνιοι καὶ τρόπαιον ἔστησαν. οἱ δ’ Ἀθηναῖοι τοὺς νεκροὺς ὑποσπόνδους , ἀνελόμενοι καὶ θάψαντες ἀπέπλευσαν εἰς τὰς Ἀθήνας. εἰς δὲ τὴν Λακεδαίμονα παραγενομένων τινῶν ἐκ τῆς μάχης καὶ τὴν Βρασίδου νίκην ἅμα [
Target Context: κοινῇ καὶ ἰδίᾳ πολλοῖς, καὶ †οἰκεῖν ἀτέλειαν ἔδοσαν τῷ βουλομένῳ ἀεί· Σελινουσίοις δέ, ἐπεὶ ἡ πόλις ἀπωλώλει, καὶ πολιτείαν ἔδοσαν. οἱ δ’ Ἀθηναῖοι τοὺς νεκροὺς ὑποσπόνδους ἀπολαβόντες ἀπέπλευσαν εἰς Νότιον, κἀκεῖ θάψαντες αὐτοὺς ἔπλεον εὐθὺ Λέσβου καὶ Ἑλλησπόντου. ὁρμοῦντες δὲ ἐν Μηθύμνῃ τῆς Λέσβου [
Source Context: τῷ δόγματι τῆς πατρίδος ἐλαφυροπώλησε τὸν τῶν θεῶν κόσμον· ὁ δὲ τύραννος ὀργισθεὶς τοῖς Ἀθηναίοις ἔγραψε πρὸς αὐτοὺς ἐπιστολὴν τοιαύτην. Διονύσιος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ εὖ μὲν πράττειν οὐκ ἐπιτήδειόν ἐστι γράφειν, ἐπεὶ τοὺς θεοὺς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἱεροσυλεῖτε καὶ τὰ ἀγάλματα τὰ εἰς ἀνάθεσιν ὑφ’ ἡμῶν [
Target Context: λέγε δὴ τὴν ἐπιστολὴν ἣν ἔπεμψε Φίλιππος μετὰ ταῦτα. Ἐπιστολή Βασιλεὺς Μακεδόνων Φίλιππος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. ἴστε ἡμᾶς παρεληλυθότας εἴσω Πυλῶν καὶ τὰ κατὰ τὴν Φωκίδα ὑφ’ ἑαυτοὺς πεποιημένους, καὶ ὅσα μὲν ἑκουσίως προσετίθετο τῶν πολισμάτων, φρουρὰς [
Source Context: τῷ δόγματι τῆς πατρίδος ἐλαφυροπώλησε τὸν τῶν θεῶν κόσμον· ὁ δὲ τύραννος ὀργισθεὶς τοῖς Ἀθηναίοις ἔγραψε πρὸς αὐτοὺς ἐπιστολὴν τοιαύτην. Διονύσιος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ εὖ μὲν πράττειν οὐκ ἐπιτήδειόν ἐστι γράφειν, ἐπεὶ τοὺς θεοὺς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἱεροσυλεῖτε καὶ τὰ ἀγάλματα τὰ εἰς ἀνάθεσιν ὑφ’ ἡμῶν [
Target Context: Λέγε δ’ αὐτὴν τὴν ἐπιστολὴν τὴν τοῦΦιλίππου. Ἐπιστολή Βασιλεὺς Μακεδόνων Φίλιππος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. παραγενόμενοι πρὸς ἐμὲ οἱ παρ’ ὑμῶν πρεσβευταί, Κηφισοφῶν καὶ Δημόκριτος καὶ Πολύκριτος, διελέγοντο περὶ τῆς τῶν πλοίων ἀφέσεως ὧν ἐναυάρχει [
Source Context: τῷ δόγματι τῆς πατρίδος ἐλαφυροπώλησε τὸν τῶν θεῶν κόσμον· ὁ δὲ τύραννος ὀργισθεὶς τοῖς Ἀθηναίοις ἔγραψε πρὸς αὐτοὺς ἐπιστολὴν τοιαύτην. Διονύσιος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ εὖ μὲν πράττειν οὐκ ἐπιτήδειόν ἐστι γράφειν, ἐπεὶ τοὺς θεοὺς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἱεροσυλεῖτε καὶ τὰ ἀγάλματα τὰ εἰς ἀνάθεσιν ὑφ’ ἡμῶν [
Target Context: λέγε δὴ καὶ τὰς ἀποκρίσεις. Ἀπόκρισις Ἀθηναίοις Βασιλεὺς Μακεδόνων Φίλιππος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. ἣν μὲν ἀπ’ ἀρχῆς εἴχετε πρὸς ἡμᾶς αἵρεσιν, οὐκ ἀγνοῶ, καὶ τίνα σπουδὴν ἐποιεῖσθε προσκαλέσασθαι βουλόμενοι Θετταλοὺς καὶ Θηβαίους, ἔτι δὲ καὶ [
Source Context: ἀμφότερα δὲ τὰ προειρημένα πολλοὶ τῶν ποιητῶν δι’ ἐμμέτρου ποιήματος μεμαρτυρήκασι· τὴν μὲν κακομιλίαν ἐν τοῖσδε, ὅστις δ’ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ , οὐπώποτ’ ἠρώτησα, γινώσκων ὅτι τοιοῦτός ἐστιν οἷσπερ ἥδεται ξυνών· Eur. fr. 812 (Nauck) τὸν δὲ περὶ τῆς μητρυιᾶς τεθέντα νόμον ἐν [
Target Context: ἦν ὁ ποιητὴς ὁ ταῦτα ποιήσας, σὺ διώρισας αὐτός. ἔτι τοίνυν ἰαμβεῖα δήπου συλλέξας ἐπέραινεν, οἷον ὅστις δ’ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ , οὐ πώποτ’ ἠρώτησα, γιγνώσκων ὅτι τοιοῦτός ἐσθ’ οἵοισπερ ἥδεται ξυνών. Unknown εἶτα τὸν εἰς τοὺς ὄρνεις εἰσιόντα καὶ μετὰ [
Source Context: στάσεως μεγάλης παρὰ τοῖς Ἀρκάσι, καὶ διὰ τῶν ὅπλων διακριθέντων τῶν διαφερομένων, πολλοὶ μὲν ἀνῃρέθησαν, πλείους δὲ τῶν χιλίων καὶ τετρακοσίων ἔφυγον, οἱ μὲν εἰς τὴν Σπάρτην, οἱ δ’ εἰς τὸ Παλλάντιον. οὗτοι μὲν οὖν ἐκδοθέντες ὑπὸ τῶν Παλλαντίων, ὑπὸ τῶν νενικηκότων ἐσφαγιάσθησαν· οἱ δ’ εἰς τὴν Σπάρτην φυγόντες ἔπεισαν τοὺς Λακεδαιμονίους εἰς τὴν Ἀρκαδίαν στρατεῦσαι. διόπερ Ἀγησίλαος ὁ βασιλεὺς μετὰ δυνάμεως καὶ τῶν [
Target Context: ἤδη τοίνυν τινὰς εἶδον τῶν ἀγωνιζομένων οἳ τοῖς πράγμασιν αὐτοῖς ἁλισκόμενοι, καὶ οὐκ ἔχοντες ὡς οὐκ ἀδικοῦσι δεῖξαι, οἱ μὲν εἰς τὴν τοῦ βίου μετριότητα καὶ σωφροσύνην κατέφυγον, οἱ δ’ εἰς τὰ τῶν προγόνων ἔργα καὶ λῃτουργίας, οἱ δ’ εἰς ἕτερα τοιαῦτα δι’ ὧν εἰς ἔλεον καὶ φιλανθρωπίαν τοὺς δικάζοντας ἤγαγον. τούτῳ δ’ οὐδέν’ ὁρῶ τῶν τόπων τούτων βάσιμον ὄντα, ἀλλὰ πάντ’ ἀπόκρημνα, [
Source Context: τῆς μὲν γὰρ πόλεως συνεχομένης ὑπὸ τῆς τοῦ σεισμοῦ δεινότητος, πρῶτος Σπαρτιατῶν ἐκ τῆς πόλεως ἁρπάσας τὴν πανοπλίαν ἐπὶ τὴν χώραν ἐξεπήδησε, καὶ τοῖς ἄλλοις πολίταις τὸ αὐτὸ πράττειν παρήγγειλεν. ὑπακουσάντων δὲ τῶν Σπαρτιατῶν, τοῦτον τὸν τρόπον οἱ περιλειφθέντες ἐσώθησαν, οὓς συντάξας ὁ βασιλεὺς [
Target Context: μὲν πρὸς ἅπαντας τούτους καὶ ἔχειν ἡδέως, πείθεσθαι δὲ τοῖς πλεῖστον νοῦν ἔχουσιν αὐτῶν, ἵνα καὶ τούτοις αὐτοῖς ἔτι σπουδαιότερος δοκῇς εἶναι καὶ τοῖς ἄλλοις πολίταις . εὐτύχει. [
Source Context: τὴν Ἀρκαδίαν μέλλοντες καταστρέφειν ἔλαβον χρησμόν, Ἀρκαδίαν μ’ αἰτεῖς; μέγα μ’ αἰτεῖς· οὔ τοι δώσω. πολλοὶ ἐν Ἀρκαδίᾳ βαλανηφάγοι ἄνδρες ἔασιν, οἵ σ’ ἀποκωλύσουσιν· ἐγὼ δέ τοι οὔτι μεγαίρω. δώσω σοι Τεγέαν ποσσίκροτον ὀρχήσασθαι καὶ καλὸν πεδίον σχοίνῳ διαμετρήσασθαι. ὅτι οἱ [
Target Context: ἡ δίαιτα, ὡς καὶ τὴν Πυθίαν, ἡνίκα Λακεδαιμονίοις γῆς τῆς Ἀρκάδων ἀπηγόρευεν ἅπτεσθαι, καὶ τάδε εἰπεῖν τὰ ἔπη· πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν, οἵ σ’ ἀποκωλύσουσιν· ἐγὼ δέ τοι οὔ τι μεγαίρω. Πελασγοῦ δὲ βασιλεύοντος γενέσθαι καὶ τῇ χώρᾳ Πελασγίαν φασὶν ὄνομα. Λυκάων δὲ ὁ [
Source Context: θεῶν γνώμης ἐπανελέσθαι τὸν πόλεμον ἐπηρώτησε τὴν Πυθίαν εἰ κρατήσει τοῦ βασιλέως τῶν Περσῶν. ἡ δ’ ἔχρησεν αὐτῷ τόνδε τὸν χρησμόν· ἔστεπται μὲν ὁ ταῦρος, ἔχει τέλος, ἔστιν ὁ θύσων. ὁ μὲν οὖν Φίλιππος σκολιῶς ἔχοντος τοῦ χρησμοῦ πρὸς τὸ ἴδιον συμφέρον ἐξεδέχετο τὸ λόγιον, ὡς τοῦ μαντείου προλέγοντος τὸν [
Target Context: τε καὶ τεσσαράκοντα ἐτῶν τὸ μάντευμα ἐξετέλεσε τὸ ἐκ Δελφῶν, ὃ δὴ χρωμένῳ οἱ περὶ τοῦ Πέρσου γενέσθαι λέγουσιν, ἔστεπται μὲν ὁ ταῦρος, ἔχει τέλος, ἔστιν ὁ θύσων· τοῦτο μὲν δὴ οὐ μετὰ πολὺ ἐδήλωσεν οὐκ ἐς τὸν Μῆδον, ἀλλὰ ἐς αὐτὸν ἔχον Φίλιππον· ἐπὶ δὲ Φιλίππῳ τελευτήσαντι Φιλίππου [
Source Context: ἔμενον καρτερῶς ἐν τοῖς δεινοῖς. θαυμάσαι δ’ ἄν τις τῆς τύχης τὸ παράδοξον καὶ τὴν ἰδιότητα τῆς τῶν περὶ τὴν Πύλον διαθέσεως. Ἀθηναῖοι μὲν γὰρ ἐκ τῆς Λακωνικῆς ἀμυνόμενοι τοὺς Σπαρτιάτας ἐκράτουν, Λακεδαιμόνιοι δὲ τὴν ἰδίαν χώραν πολεμίαν ἔχοντες ἐκ τῆς θαλάττης προσέβαλλον τοῖς πολεμίοις, καὶ τοῖς μὲν πεζῇ κρατοῦσι θαλαττοκρατεῖν συνέβαινε, τοῖς δὲ κατὰ θάλατταν πρωτεύουσι τῆς γῆς ἀπείργειν τοὺς πολεμίους. [
Target Context: ὑπερεβάλλετο εἰς δύναμιν ἀεὶ τὸν ἔμπροσθεν, ἕως εἰς ἔκπληξιν μεγέθεσιν κάλλεσίν τε ἔργων ἰδεῖν τὴν οἴκησιν ἀπηργάσαντο. διώρυχα μὲν γὰρ ἐκ τῆς θαλάττης ἀρχόμενοι τρίπλεθρον τὸ πλάτος, ἑκατὸν δὲ ποδῶν βάθος, μῆκος δὲ πεντήκοντα σταδίων, ἐπὶ τὸν ἐξωτάτω τροχὸν συνέτρησαν, καὶ τὸν ἀνάπλουν ἐκ τῆς θαλάττης ταύτῃ πρὸς ἐκεῖνον ὡς εἰς λιμένα ἐποιήσαντο, διελόντες στόμα ναυσὶν ταῖς μεγίσταις ἱκανὸν εἰσπλεῖν. καὶ δὴ καὶ τοὺς τῆς γῆς τροχούς, οἳ τοὺς [
Source Context: Αἰβούτιος Ἄλβας. ἐπὶ δὲ τούτων Κορινθίοις καὶ Μεγαρεῦσι περὶ χώρας ὁμόρου γενομένης ἀμφισβητήσεως, εἰς πόλεμον αἱ πόλεις ἐνέπεσον. τὸ μὲν οὖν πρῶτον τὴν χώραν ἀλλήλων διετέλουν λεηλατοῦντες καὶ κατ’ ὀλίγους συμπλοκὰς ποιούμενοι· αὐξομένης δὲ τῆς διαφορᾶς οἱ Μεγαρεῖς ἀεὶ μᾶλλον ἐλαττούμενοι καὶ [
Target Context: οἱ παιδαγωγοί, ὅ τε τοῦ Μενεξένου καὶ ὁ τοῦ Λύσιδος, ἔχοντες αὐτῶν τοὺς ἀδελφούς, παρεκάλουν καὶ ἐκέλευον αὐτοὺς οἴκαδ’ ἀπιέναι· ἤδη γὰρ ἦν ὀψέ. τὸ μὲν οὖν πρῶτον καὶ ἡμεῖς καὶ οἱ περιεστῶτες αὐτοὺς ἀπηλαύνομεν· ἐπειδὴ δὲ οὐδὲν ἐφρόντιζον ἡμῶν, ἀλλ’ ὑποβαρβαρίζοντες ἠγανάκτουν τε καὶ [
Source Context: ἀνέστησαν, καὶ τὸ σῶμα διετέθησαν ὁμοίως τοῖς ἐκ φαρμακοποσίας διασωθεῖσιν. ὡς δ’ ἀνέλαβον ἑαυτοὺς ἐν τρισὶν ἡμέραις, ἐπορεύθησαν εἰς Τραπεζοῦντα πόλιν Ἑλληνίδα, Σινωπέων μὲν ἄποικον, κειμένην δ’ ἐν τῇ Κόλχων χώρᾳ. ἐνταῦθα δὲ διατρίψαντες ἡμέρας τριάκοντα, παρὰ μὲν τοῖς ἐγχωρίοις λαμπρῶς ἐξενίσθησαν, αὐτοὶ δὲ τῷ τε Ἡρακλεῖ καὶ Διὶ σωτηρίῳ θυσίαν ἐποίησαν καὶ γυμνικὸν [
Target Context: ἀνίσταντο ὥσπερ ἐκ φαρμακοποσίας. ἐντεῦθεν δ’ ἐπορεύθησαν δύο σταθμοὺς παρασάγγας ἑπτά, καὶ ἦλθον ἐπὶ θάλατταν εἰς Τραπεζοῦντα πόλιν Ἑλληνίδα οἰκουμένην ἐν τῷ Εὐξείνῳ Πόντῳ, Σινωπέων ἀποικίαν, ἐν τῇ Κόλχων χώρᾳ. ἐνταῦθα ἔμειναν ἡμέρας ἀμφὶ τὰς τριάκοντα ἐν ταῖς τῶν Κόλχων κώμαις· κἀντεῦθεν ὁρμώμενοι ἐλῄζοντο τὴν Κολχίδα. ἀγορὰν δὲ παρεῖχον τῷ [
Source Context: κωμῳδίας ποιητής, γεγονὼς κατὰ τὴν τοῦ Περικλέους ἡλικίαν, ἐν τοῖσδε τοῖς τετραμέτροις, ὦ λιπερνῆτες γεωργοί, τἀμά τις ξυνιέτω ῥήματ’, εἰ βούλεσθ’ ἀκοῦσαι τήνδ’ ὅπως ἀπώλετο. πρῶτα μὲν γὰρ αὐτῆς ἦρχε Φειδίας πράξας κακῶς, εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχῃ τῆς τύχης, ἐμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῷ καπνῷ πάντας Ἕλληνας δακρῦσαι, τούς τ’ ἐκεῖ τούς τ’ ἐνθάδε· Aristoph. Peace 603 ff. καὶ πάλιν ἐν ἄλλοις Περικλέης οὑλύμπιος ἤστραπτεν, ἐβρόντα, συνεκύκα τὴν Ἑλλάδα. [
Target Context: χρόνον ἥδε; τοῦθ’ ἡμᾶς δίδαξον ὦ θεῶν εὐνούστατε. ὦ σοφώτατοι γεωργοί, τἀμὰ δὴ ξυνίετε ῥήματ’, εἰ βούλεσθ’ ἀκοῦσαι τήνδ’ ὅπως ἀπώλετο. πρῶτα μὲν γὰρ †αὐτῆς ἦρξεν† Φειδίας πράξας κακῶς· εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχοι τῆς τύχης, τὰς φύσεις ὑμῶν δεδοικὼς καὶ τὸν αὐτοδὰξ τρόπον, πρὶν παθεῖν τι δεινὸν αὐτός, ἐξέφλεξε τὴν πόλιν. ἐμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος, ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῷ καπνῷ πάντας Ἕλληνας δακρῦσαι, τούς τ’ ἐκεῖ τούς τ’ ἐνθάδε. ὡς δ’ ἅπαξ †τὸ πρῶτον ἄκουσ’† ἐψόφησεν ἄμπελος καὶ πίθος πληγεὶς ὑπ’ ὀργῆς ἀντελάκτισεν πίθῳ, οὐκέτ’ ἦν οὐδεὶς ὁ παύσων, ἥδε δ’ [
Source Context: Φοινίσσαις στίχοις, ἐν οἷς οἱ περὶ τὸν Πολυνείκην εὔχονται τοῖς θεοῖς, ὧν ἡ ἀρχὴ βλέψας ἐς Ἄργος, ἕως εἰς στέρν’ ἀδελφοῦ τῆσδ’ ἀπ’ ὠλένης βαλεῖν . Eur. Phoen. 1364-1375 οὗτοι γὰρ δοκοῦντες ἑαυτοῖς εὔχεσθαι τὰ κάλλιστα ταῖς ἀληθείαις καταρῶνται. Const. Exc. 4, p. 295. [
Target Context: διαδόντες κόρας. Ἐτεοκλέης δὲ Παλλάδος χρυσάσπιδος βλέψας πρὸς οἶκον ηὔξατ’· ὦ Διὸς κόρη, δὸς ἔγχος ἡμῖν καλλίνικον ἐκ χερὸς ἐς στέρν’ ἀδελφοῦ τῆσδ’ ἀπ’ ὠλένης βαλεῖν κτανεῖν θ’ ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν. ἐπεὶ δ’ ἀφείθη πυρσὸς ὣς Τυρσηνικῆς σάλπιγγος ἠχὴ σῆμα φοινίου μάχης, ᾖξαν [
Source Context: οὔποτε μὴ λήξῃ πόλεμος Μερόπων καὶ Ἰώνων, πρὶν τρίποδα χρύσειον, ὃν Ἥφαιστος κάμε τεύχων, ἐκ μέσσου πέμψητε, καὶ ἐς δόμον ἀνδρὸς ἵκηται ὃς σοφίᾳ τά τ’ ἐόντα τά τ’ ἐσσόμενα προδέδορκεν. ὅτι οἱ Μιλήσιοι ἀκολουθῆσαι βουλόμενοι τῷ χρησμῷ Θάλητι τῷ Μιλησίῳ τὸ ἀριστεῖον ἐβούλοντο δοῦναι· [
Target Context: ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην; τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου, εἰρεῦσαι τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα, φωνῇ ὁμηρεῦσαι· τῶν δ’ ἀκάματος ῥέει αὐδὴ ἐκ στομάτων ἡδεῖα· γελᾷ δέ τε δώματα πατρὸς Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ [
Source Context: ἀμφότερα δὲ τὰ προειρημένα πολλοὶ τῶν ποιητῶν δι’ ἐμμέτρου ποιήματος μεμαρτυρήκασι· τὴν μὲν κακομιλίαν ἐν τοῖσδε, ὅστις δ’ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ , οὐπώποτ’ ἠρώτησα, γινώσκων ὅτι τοιοῦτός ἐστιν οἷσπερ ἥδεται ξυνών· Eur. fr. 812 (Nauck) τὸν δὲ περὶ τῆς μητρυιᾶς τεθέντα νόμον ἐν [
Target Context: οὕτω, χὤστις ἔστ’ ἀνὴρ σοφός, λογίζομαι τἀληθές, εἰς ἀνδρὸς φύσιν σκοπῶν δίαιτάν θ’, ἥντιν’ ἡμερεύεται. ὅστις δ’ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ , οὐ πώποτ’ ἠρώτησα, γιγνώσκων ὅτι τοιοῦτός ἐσθ’ οἵοισπερ ἥδεται ξυνών. Euripides, Phoenix: Nauck 812. [
Source Context: οὐδ’ ἴσως ἄρχειν. ὅτι Θήρων ὁ Ἀκραγαντῖνος γένει καὶ πλούτῳ καὶ τῇ πρὸς τὸ πλῆθος φιλανθρωπίᾳ πολὺ προεῖχεν οὐ μόνον τῶν πολιτῶν, ἀλλὰ καὶ τῶν Σικελιωτῶν. Const. Exc. 2 (1), p. 227. Γέλωνα Συρακούσιον καθ’ [
Target Context: ἄνδρες Ἀθηναῖοι, Κρίτωνα τὸν Ἀστυόχου καὶ Περικλείδην τὸν Περιθοίδην καὶ Πολεμαγένην καὶ Πανταλέοντα τὸν Κλεαγόρου καὶ Τιμησίθεον τὸν δρομέα, καλλίστους οὐ μόνον τῶν πολιτῶν, ἀλλὰ καὶ τῶν Ἑλλήνων γεγενημένους, καὶ πλείστων καὶ σωφρονεστάτων τυχόντας ἐραστῶν· ἀλλ’ ὅμως οὐδεὶς πώποτε αὐτοὺς ἔψεξε. [
Source Context: ἐπιχειρεῖν συλᾶν, τινὲς μὲν τῶν Ἑλλήνων εἰς τὰς πατρίδας ἐπανῆλθον, οἱ δὲ ἐπερωτήσαντες τὴν Πυθίαν ἔλαβον χρησμὸν οὕτως, οὐ πρὶν τῆσδε πόληος ἐρείψετε πύργον ἑλόντες, πρίν κεν ἐμῷ τεμένει κυανώπιδος Ἀμφιτρίτης κῦμα ποτικλύζῃ κελαδοῦν ἱερῇσιν ἐπ’ ἀκταῖς. Const. Exc. 4, p. 286. ἰστέον ὅτι ὁ [
Target Context: θεοῦ μαντείαν. ἀκούσατε τῆς ἀρᾶς. ἀναμνήσθητε τῶν ὅρκων, οὓς ὑμῶν οἱ πρόγονοι μετὰ τῶν Ἀμφικτυόνων συνώμοσαν. Μαντεία Οὐ πρὶν τῆσδε πόληος ἐρείψετε πύργον ἑλόντες, πρίν γε θεοῦ τεμένει κυανώπιδος Ἀμφιτρίτης κῦμα ποτικλύζῃ κελαδοῦν ἱεραῖσιν ἐπ’ ἀκταῖς. Unknown Ὅρκοι Ἀρά [
Source Context: ἐδυστύχησεν. ὅτι πάλιν ἐπηρώτησεν, εἰ πολὺν χρόνον ἕξει τὴν δυναστείαν. εἶπε δὲ τὰ ἔπη ταῦτα, ἀλλ’ ὅταν ἡμίονος βασιλεὺς Μήδοισι γένηται, καὶ τότε, Λυδὲ ποδαβρέ, πολυψήφιδα παρ’ Ἕρμον φεύγειν μηδὲ μένειν μηδ’ αἰδεῖσθαι κακὸς εἶναι. ὅτι ἡμίονον τὸν Κῦρον ἔφη διὰ τὸ τὴν μητέρα αὐτοῦ Μηδικὴν εἶναι, τὸν δὲ πατέρα Πέρσην. [
Target Context: ἐνεφορέετο αὐτοῦ. ἐπειρώτα δὲ τάδε χρηστηριαζόμενος, εἴ οἱ πολυχρόνιος ἔσται ἡ μουναρχίη. ἡ δὲ Πυθίη οἱ χρᾷ τάδε. ἀλλ’ ὅταν ἡμίονος βασιλεὺς Μήδοισι γένηται, καὶ τότε, Λυδὲ ποδαβρέ, πολυψήφιδα παρ’ Ἕρμον φεύγειν μηδὲ μένειν μηδ’ αἰδεῖσθαι κακός εἶναι. τούτοισι ἐλθοῦσι τοῖσι ἔπεσι ὁ Κροῖσος πολλόν τι μάλιστα πάντων ἥσθη, ἐλπίζων [
Source Context: Ἑλλάδα. ὅτι Λακεδαιμόνιοι τὴν Ἀρκαδίαν μέλλοντες καταστρέφειν ἔλαβον χρησμόν, Ἀρκαδίαν μ’ αἰτεῖς; μέγα μ’ αἰτεῖς· οὔ τοι δώσω. πολλοὶ ἐν Ἀρκαδίᾳ βαλανηφάγοι ἄνδρες ἔασιν, οἵ σ’ ἀποκωλύσουσιν· ἐγὼ δέ τοι οὔτι μεγαίρω. δώσω σοι Τεγέαν ποσσίκροτον ὀρχήσασθαι καὶ καλὸν πεδίον σχοίνῳ διαμετρήσασθαι . ὅτι οἱ Λακεδαιμόνιοι ἔπεμψαν εἰς Δελφοὺς περὶ τῶν ὀστέων Ὀρέστου τοῦ Ἀγαμέμνονος, ἐν ποίῳ τινὶ τόπῳ κεῖνται. [
Target Context: εἶναι ἐχρηστηριάζοντο ἐν Δελφοῖσι ἐπὶ πάσῃ τῇ Ἀρκάδων χωρῇ. ἡ δὲ Πυθίη σφι χρᾷ τάδε. “Ἀρκαδίην μ’ αἰτεῖς· μέγα μ’ αἰτεῖς· οὐ τοι δώσω. πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν, οἵ σ’ ἀποκωλύσουσιν. ἐγὼ δὲ τοι οὔτι μεγαίρω· δώσω τοί Τεγέην ποσσίκροτον ὀρχήσασθαι καὶ καλὸν πεδίον σχοίνῳ διαμετρήσασθαι .” ταῦτα ὡς ἀπενειχθέντα ἤκουσαν οἱ Λακεδαιμόνιοι,Ἀρκάδων μὲν τῶν ἄλλων ἀπείχοντο, οἱ δὲ πέδας φερόμενοι ἐπὶ Τεγεήτας [
Source Context: ἔπεμψαν εἰς Δελφοὺς περὶ τῶν ὀστέων Ὀρέστου τοῦ Ἀγαμέμνονος, ἐν ποίῳ τινὶ τόπῳ κεῖνται. καὶ ἔχρησεν οὕτως, ἔστι τις Ἀρκαδίας Τεγέη λευρῷ ἐνὶ χώρῳ, ἔνθ’ ἄνεμοι πνείουσι δύω κρατερῆς ὑπ’ ἀνάγκης καὶ τύπος ἀντίτυπος καὶ πῆμ’ ἐπὶ πήματι κεῖται. ἔνθ’ Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα· τὸν σὺ κομισσάμενος Τεγέης ἐπιτάρροθος ἔσσῃ . ἦν δὲ χαλκεῖον, καὶ δηλοῖ τὰς φύσας, τύπον δὲ τὸν ἄκμονά φησι καὶ τὰς σφύρας, πῆμα δὲ ἐπὶ πήματι τὸν σίδηρον ἐπὶ σιδήρῳ· πῆμα γὰρ εἴρηται διὰ τὸ [
Target Context: τὸν χῶρον ἐν τῷ κέοιτο Ὀρέστης. εἰρωτῶσι δὲ ταῦτα τοῖσι θεοπρόποισι λέγει ἡ Πυθίη τάδε. “ἔστι τις Ἀρκαδίης Τεγέη λευρῷ ἐνὶ χώρῳ, ἔνθ’ ἄνεμοι πνείουσι δύω κρατερῆς ὑπ’ ἀνάγκης, καὶ τύπος ἀντίτυπος, καὶ πῆμ’ ἐπὶ πήματι κεῖται. ἔνθ’ Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα, τὸν σὺ κομισσάμενος Τεγέης ἐπιτάρροθος ἔσσῃ .” ὡς δὲ καὶ ταῦτα ἤκουσαν οἱ Λακεδαιμόνιοι, ἀπεῖχον τῆς ἐξευρέσιος οὐδὲν ἔλασσον, πάντα διζήμενοι, ἐς οὗ δὴ Λίχης τῶν [
Source Context: τοῦ πρὸς Κῦρον πολέμου πέμψαι θεωροὺς εἰς Δελφοὺς ἐπερωτήσοντας, πῶς ἂν ὁ υἱὸς αὐτοῦ δύναιτο φωνὴν προέσθαι. τὴν δὲ Πυθίαν εἰπεῖν, Λυδὲ γένος, πολλῶν βασιλεῦ, μέγα νήπιε Κροῖσε, μὴ βούλου πολύευκτον ἰὰν κατὰ δώματ’ ἀκούειν παιδὸς φθεγγομένου· τὸ δέ σοι πολὺ λώιον ἀμφὶς ἔμμεναι· αὐδήσει γὰρ ἐν ἤματι πρῶτον ἀνόλβῳ . ὅτι δεῖ τὴν εὐτυχίαν μετρίως φέρειν καὶ μὴ πεποιθέναι ταῖς ἀνθρωπίναις εὐπραξίαις ἐν μικρᾷ ῥοπῇ μεγάλας [
Target Context: ἐπεποιήκεε, ἄλλα τε ἐπιφραζόμενος, καὶ δὴ καὶ ἐς Δελφοὺς περὶ αὐτοῦ ἐπεπόμφεε χρησομένους. ἡ δὲ Πυθίη οἱ εἶπε τάδε. Λυδὲ γένος, πολλῶν βασιλεῦ, μέγα νήπιε Κροῖσε, μὴ βούλου πολύευκτον ἰὴν ἀνὰ δώματ’ ἀκούειν παιδὸς φθεγγομένου. τὸ δέ σοι πολὺ λώιον ἀμφὶς ἔμμεναι· αὐδήσει γὰρ ἐν ἤματι πρῶτον ἀνόλβῳ . ἁλισκομένου δὴ τοῦ τείχεος, ἤιε γὰρ τῶν τις Περσέων ἀλλογνώσας Κροῖσον ὡς ἀποκτενέων, Κροῖσος μέν νυν ὁρέων ἐπιόντα ὑπὸ τῆς [
Source Context: Χαλκίδος ἐκυρίευσαν. ἐκ τῆς ὠφελείας τῆς τῶν Βοιωτῶν δεκάτην ἅρμα χαλκοῦν εἰς τὴν ἀκρόπολιν ἀνέθεσαν τόδε τὸ ἐλεγεῖον γράψαντες, ἔθνεα Βοιωτῶν καὶ Χαλκιδέων δαμάσαντες παῖδες Ἀθηναίων ἔργμασιν ἐν πολέμου δεσμῷ ἐν ἀχλυόεντι σιδηρέῳ ἔσβεσαν ὕβριν· ὧν ἵππους δεκάτην Παλλάδι τάσδ’ ἔθεσαν . ὅτι τὸ κατακαίειν τὰ ἱερὰ παρὰ Ἑλλήνων ἔμαθον Πέρσαι, τὴν αὐτὴν τοῖς προαδικήσασιν [
Target Context: τέθριππον χάλκεον· τὸ δὲ ἀριστερῆς χειρὸς ἕστηκε πρῶτον ἐσιόντι ἐς τὰ προπύλαια τὰ ἐν τῇ ἀκροπόλι· ἐπιγέγραπται δέ οἱ τάδε. ἔθνεα Βοιωτῶν καὶ Χαλκιδέων δαμάσαντες παῖδες Ἀθηναίων ἔργμασιν ἐν πολέμου, δεσμῷ ἐν ἀχλυόεντι σιδηρέῳ ἔσβεσαν ὕβριν· τῶν ἵππους δεκάτην Παλλάδι τάσδ’ ἔθεσαν . Ἀθηναῖοι μέν νυν ηὔξηντο. δηλοῖ δὲ οὐ κατ’ ἓν μοῦνον ἀλλὰ πανταχῇ ἡ ἰσηγορίη ὡς ἔστι χρῆμα [
Source Context: οὔποτε μὴ λήξῃ πόλεμος Μερόπων καὶ Ἰώνων, πρὶν τρίποδα χρύσειον, ὃν Ἥφαιστος κάμε τεύχων, ἐκ μέσσου πέμψητε, καὶ ἐς δόμον ἀνδρὸς ἵκηται ὃς σοφίᾳ τά τ’ ἐόντα τά τ’ ἐσσόμενα προδέδορκεν. ὅτι οἱ Μιλήσιοι ἀκολουθῆσαι βουλόμενοι τῷ χρησμῷ Θάλητι τῷ Μιλησίῳ τὸ ἀριστεῖον ἐβούλοντο δοῦναι· [
Target Context: ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο· τοῖσι δ’ ἀνέστη Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχ’ ἄριστος, ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα, καὶ νήεσσ’ ἡγήσατ’ Ἀχαιῶν Ἴλιον εἴσω ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων· ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· [
Source Context: καὶ προστασίαν ἐσχηκέναι τούτους. καὶ μάρτυρα τὸν ἀρχαιότατον καὶ μέγιστον τῶν ποιητῶν Ὅμηρον παρείχετο λέγοντα αὐτὰρ Φωκείων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον, οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν . Hom. Il. 2.517-519 διόπερ ἔφη δεῖν ἀμφισβητεῖν περὶ τῆς τοῦ μαντείου προστασίας ὡς οὔσης πατρίου τοῖς Φωκεῦσιν. [
Target Context: ὑπερώϊον εἰσαναβᾶσα Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ· τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο, οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα, οἵ τ’ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο, οἵ τ’ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον, οἵ τε [
Source Context: ὁ δὲ μηνύσας τὸν θησαυρὸν μάρτυρα παρείχετο τὸν ἐπιφανέστατον καὶ ἀρχαιότατον τῶν ποιητῶν Ὅμηρον ἐν οἷς λέγει οὐδ’ ὅσα λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει Φοίβου Ἀπόλλωνος Πυθοῖ ἐνὶ πετρηέσσῃ. Hom. Il. 9.404-405 τῶν δὲ στρατιωτῶν ἐγχειρούντων σκάπτειν τὰ περὶ τὸν τρίποδα σεισμοὶ μεγάλοι γενόμενοι [
Target Context: ἐμοὶ ψυχῆς ἀντάξιον οὐδ’ ὅσα φασὶν Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον τὸ πρὶν ἐπ’ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν, οὐδ’ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ. ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα, κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα, ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ [
Source Context: δόξωσι διὰ δειλίαν ἀποτρέπειν τὸν Ἐπαμεινώνδαν τῆς στρατείας. ὁ δ’ Ἐπαμεινώνδας πρὸς τοὺς λέγοντας προσέχειν δεῖν τοῖς οἰωνοῖς εἶπεν εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης . Hom. Il. 12.243 ταύτῃ δὲ τῇ παρρησίᾳ καταπληξαμένου τοῦ Ἐπαμεινώνδου τοὺς εὐλαβῶς ἔχοντας, ἕτερος οἱωνὸς ἐφάνη [
Target Context: τε, εἴτ’ ἐπ’ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα. ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ, ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει. εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης . τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα; εἴ περ γάρ τ’ ἄλλοι γε περὶ κτεινώμεθα πάντες νηυσὶν ἐπ’ Ἀργείων, σοὶ δ’ οὐ δέος ἔστ’ ἀπολέσθαι· [
Source Context: ἥψατο μὲν οὖν ἡ νόσος πρῶτον τῶν Λιβύων, ἐξ ὧν πολλῶν ἀποθνησκόντων τὸ μὲν πρῶτον ἔθαπτον τοὺς τετελευτηκότας, μετὰ δὲ ταῦτα διά τε τὸ πλῆθος τῶν νεκρῶν καὶ διὰ τὸ τοὺς νοσοκομοῦντας ὑπὸ τῆς νόσου διαρπάζεσθαι, οὐδεὶς ἐτόλμα προσιέναι τοῖς κάμνουσιν. παραιρεθείσης οὖν καὶ τῆς θεραπείας ἀβοήθητος ἦν ἡ συμφορά. [
Target Context: διὰ τοῦτ’ οὖν ἰσηγορίαν καὶ τοῖς δούλοις πρὸς τοὺς ἐλευθέρους ἐποιήσαμεν—καὶ τοῖς μετοίκοις πρὸς τοὺς ἀστούς, διότι δεῖται ἡ πόλις μετοίκων διά τε τὸ πλῆθος τῶν τεχνῶν καὶ διὰ τὸ ναυτικόν· διὰ τοῦτο οὖν καὶ τοῖς μετοίκοις εἰκότως τὴν ἰσηγορίαν ἐποιήσαμεν. τοὺς δὲ γυμναζομένους αὐτόθι καὶ τὴν μουσικὴν [
Source Context: Θήρᾳ κατοικούντων, ὁμοίως δὲ καὶ οἱ ἐπὶ Θρᾴκης πλὴν Χαλκιδέων καὶ Ποτιδαιατῶν· πρὸς δὲ τούτοις Μεσσήνιοι μὲν οἱ τὴν Ναύπακτον οἰκοῦντες καὶ Κερκυραῖοι. τούτων ναυτικὸν παρείχοντο Χῖοι, Λέσβιοι, Κερκυραῖοι , αἱ δ’ ἄλλαι πᾶσαι πεζοὺς στρατιώτας ἐξέπεμπον. σύμμαχοι μὲν οὖν ἀμφοτέροις ὑπῆρχον οἱ προειρημένοι. Λακεδαιμόνιοι δὲ δύναμιν [
Target Context: Ἑλλήσποντος, τὰ ἐπὶ Θρᾴκης, νῆσοι ὅσαι ἐντὸς Πελοποννήσου καὶ Κρήτης πρὸς ἥλιον ἀνίσχοντα, πᾶσαι αἱ Κυκλάδες πλὴν Μήλου καὶ Θήρας. τούτων ναυτικὸν παρείχοντο Χῖοι, Λέσβιοι, Κερκυραῖοι , οἱ δ’ ἄλλοι πεζὸν καὶ χρήματα. ξυμμαχία μὲν αὕτη ἑκατέρων καὶ παρασκευὴ ἐς τὸν πόλεμον ἦν. [
Source Context: ὅτι Κροῖσος ἐπὶ Κῦρον τὸν Πέρσην ἐκστρατεύων ἐπύθετο τοῦ μαντείου. ὁ δὲ χρησμός, Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει . ὁ δὲ τὸ ἀμφίβολον τοῦ χρησμοῦ κατὰ τὴν ἑαυτοῦ προαίρεσιν ἐκδεξάμενος ἐδυστύχησεν. ὅτι πάλιν ἐπηρώτησεν, εἰ [
Target Context: κύκλῳ πολὺ ὄν, καὶ πάσχουσιν οἱ ἀκροαταὶ ὅπερ οἱ πολλοὶ παρὰ τοῖς μάντεσιν· ὅταν γὰρ λέγωσιν ἀμφίβολα, συμπαρανεύουσιν— Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει Hdt. 1.53 , Hdt. 1.91 —καὶ διὰ τὸ ὅλως ἔλαττον εἶναι [
Source Context: περὶ τοῦ πολέμου, τὸν στέξοντα μὲν τὴν ὁμόνοιαν αὐτῶν, ἀναγκάσοντα δὲ γενναίως τοὺς κινδύνους ὑπομένειν. ὁ δὲ ὅρκος ἦν τοιοῦτος· οὐ ποιήσομαι περὶ πλείονος τὸ ζῆν τῆς ἐλευθερίας, οὐδὲ καταλείψω τοὺς ἡγεμόνας οὔτε ζῶντας οὔτε ἀποθανόντας, ἀλλὰ τοὺς ἐν τῇ μάχῃ τελευτήσαντας τῶν συμμάχων πάντας θάψω, καὶ κρατήσας τῷ πολέμῳ τῶν βαρβάρων οὐδεμίαν τῶν ἀγωνισαμένων πόλεων ἀνάστατον ποιήσω, καὶ τῶν ἱερῶν τῶν ἐμπρησθέντων καὶ καταβληθέντων οὐδὲν ἀνοικοδομήσω, ἀλλ’ ὑπόμνημα τοῖς ἐπιγινομένοις ἐάσω καὶ καταλείψω τῆς τῶν βαρβάρων ἀσεβείας . τὸν δὲ ὅρκον ὀμόσαντες ἐπορεύθησαν ἐπὶ τὴν Βοιωτίαν διὰ τοῦ Κιθαιρῶνος, καὶ πρὸς τὰς ὑπωρείας καταντήσαντες πλησίον τῶν Ἐρυθρῶν, [
Target Context: τὴν ἐκείνων ἀρετήν. καί μοι ἀναγίγνωσκε αὐτόν. Ὅρκος .—Οὐ ποιήσομαι περὶ πλείονος τὸ ζῆν τῆς ἐλευθερίας οὐδ’ ἐγκαταλείψω τοὺς ἡγεμόνας οὔτε ζῶντας οὔτε ἀποθανόντας, ἀλλὰ τοὺς ἐν τῇ μάχῃ τελευτήσαντας τῶν συμμάχων ἅπαντας θάψω. καὶ κρατήσας τῷ πολέμῳ τοὺς βαρβάρους τῶν μὲν μαχεσαμένων ὑπὲρ τῆς Ἑλλάδος πόλεων οὐδεμίαν ἀνάστατον ποιήσω, τὰς δὲ τὰ τοῦ βαρβάρου προελομένας ἁπάσας δεκατεύσω. καὶ τῶν ἱερῶν τῶν ἐμπρησθέντων καὶ καταβληθέντων ὑπὸ τῶν βαρβάρων οὐδὲν ἀνοικοδομήσω παντάπασιν, ἀλλ’ ὑπόμνημα τοῖς ἐπιγιγνομένοις ἐάσω καταλείπεσθαι τῆς τῶν βαρβάρων ἀσεβείας . οὕτω τοίνυν, ὦ ἄνδρες, σφόδρα ἐνέμειναν ἐν τούτῳ πάντες ὥστε καὶ τὴν παρὰ τῶν θεῶν εὔνοιαν μεθ’ ἑαυτῶν ἔσχον [
Source Context: ἀπ’ αὐτῶν Ἕλλησι χαλεπῶς ἔχοντες, ἠπείλουν ἐπιθήσειν αὐτοῖς τὴν προσήκουσαν τιμωρίαν. συναχθείσης δὲ τῆς γερουσίας ἐβουλεύοντο περὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς Ἀθηναίους ὑπὲρ τῆς κατὰ θάλατταν ἡγεμονίας. ὁμοίως δὲ καὶ τῆς κοινῆς ἐκκλησίας συναχθείσης, οἱ μὲν νεώτεροι καὶ τῶν ἄλλων οἱ πολλοὶ [
Target Context: ὑπὲρ τηλικούτων πραγμάτων μήτ’ εἰπεῖν μήτ’ ἐνθυμηθῆναι δυνηθέντες. ἐχρῆν γὰρ αὐτούς, εἴπερ ἦσαν ἄξιοι τῆς παρούσης δόξης, ἁπάντων ἀφεμένους τῶν ἄλλων περὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς βαρβάρους εἰσηγεῖσθαι καὶ συμβουλεύειν. τυχὸν μὲν γὰρ ἄν τι συνεπέραναν· εἰ δὲ καὶ προαπεῖπον, ἀλλ’ οὖν τούς γε [